ΑΓ. ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΣ: ΟΙ ΑΓΙΟΙ ΓΕΝΝΟΥΝ ΤΟΝ ΧΡΙΣΤΟ (Συλλαμβάνουν αὐτὸν τὸν Λόγο ὄχι σωματικά, ὅπως τὸν συνέλαβε ἡ Παρθένος καὶ Θεοτόκος, ἀλλὰ πνευματικὰ μὲν πραγματικὰ ὅμως.)
ΑΓ. ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΥ:
Ὅτι καὶ πάντες οἱ Ἅγιοι τὸν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι
τῇ Θεοτόκῳ παραπλησίως καὶ γεννῶσιν αὐτὸν
καὶ γεννᾶται ἐν αὐτοῖς καὶ γεννῶνται ὑπ᾿ αὐτοῦ
καὶ πῶς υἱοὶ καὶ ἀδελφοὶ καὶ μητέρες αὐτοῦ χρηματίζουσιν.
(ΚΕΙΜΕΝΟ – ΝΕΟΕΛ. ΑΠΟΔΟΣΗ)
. Ὁ Υἱός τοῦ Θεοῦ καί Θεός εἰσελθών ἐν τῇ γαστρί τῆς παναγίας Παρθένου καί σάρκα ἀναλαβόμενος ἐξ αὐτῆς καί γενόμενος ἄνθρωπος ἐτέχθη, ὡς εἴπομεν, ἄνθρωπος τέλειος καί Θεός τέλειος, ὁ αὐτός ἀσυγχύτως τά ἀμφότερα ὤν. Πρόσεχε οὖν· τί τό γεγονός μεῖζον εἰς ἡμᾶς ; Ἕκαστος ἡμῶν τῶν ἀνθρώπων πιστεύομεν εἰς αὐτόν τόν Υἱόν το ῦ Θεοῦ καί Υἱόν τῆς ἀειπαρθένου καί θεοτόκου Μαρίας καί πιστεύοντες δεχόμεθα τόν περί αὐτοῦ λόγον πιστῶς ἐν ταῖς καρδίαις ἡμῶν, ὅν καί ὁμολογοῦντες τῷ στόματι καί ὑπέρ τῶν προτέρων ἡμῶν ἀνομημάτων μετανοοῦντες ἀπό ψυχῆς, εὐθύς, ὥσπερ ἐν τῇ γαστρί τῆς Παρθένου εἰσῆλθεν ὁ Θεός Λόγος τοῦ Πατρός, οὕτως καί ἐν ἡμῖν αὐτοῖς ὁ λόγος ὅν δεχόμεθα, διδασκόμενοι τήν εὐσέβειαν, ὥσπερ σπόρος εὑρίσκεται. Ἔκστηθι τό φρικτόν ἀκούων τοῦ μυστηρίου καί τόν λόγον πιστόν ὄντα μετά πάσης ὑπόδεξαι πληροφορίας καί πίστεως.
. Συλλαμβάνομεν οὖν αὐτόν οὐχί σωματικῶς, ὡς ἡ Παρθένος καί Θεοτόκος τοῦτον συνέλαβεν, ἀλλά πνευματικῶς μέν, οὐσιωδῶς δέ· καί ἔχομεν αὐτόν ἐκεῖνον ὅν καί ἡ ἁγνή Παρθένος συνέλαβεν, ἐν ταῖς καρδίαις ἡμῶν, καθώς ὁ θεῖος Παῦλός φησιν· “Ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρός φωτισμόν τῆς γνώσεως τοῦ Υἱοῦ αὐτοῦ”, οἷον εἰπεῖν ἀντί τοῦ “αὐτός ὅλος οὐσιωδῶς γέγονε ἐν ἡμῖν”. Ὅτι δέ οὕτως ἔχει τό λεγόμενον διανοίας, διά τῶν ἑξῆς ἐδήλωσεν οὕτως εἰπών· “Ἔχομεν δέ τόν θησαυρόν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι”, θησαυρόν τό Ἅγιον Πνεῦμα καλῶν. Ἑτέρωθι δέ καί τόν Κύριον εἶναι πνεῦμα καλεῖ· “Τό γάρ πνεῦμα, φησίν, ὁ Κύριός ἐστιν”. Ταῦτα δέ λέγει ἵνα, κἄν Υἱόν ἀκούῃς Θεοῦ, καί τό Πνεῦμα νοῇς καί συνακούῃς αὐτῷ· κἄν Πνεῦμα πάλιν, καί τόν Πατέρα τούτῳ συνεννοῇς, ἐπειδή καί περί αὐτοῦ “πνεῦμα” φησίν “ὁ Θεός”, πανταχοῦ διδάσκων σε τό ἀχώριστον καί ὁμοούσιον τῆς Ἁγίας Τριάδος καί ὅτι, ὅπου ὁ Υἱός ἐκεῖ καί ὁ Πατήρ, καί ὅπου ὁ Πατήρ ἐκεῖ καί τό Πνεῦμα, καί ὅπου τό Πνεῦμα τό Ἅγιον ἐκεῖ τό πᾶν τῆς τρισυποστάτου θεότητος, ὁ εἷς Θεός καί Πατήρ σύν Υἱῷ καί Πνεύματι τοῖς ὁμοουσίοις, “ὁ ὤν εὐλογητός εἰς τούς αἰῶνας, ἀμήν.
. Τοιγαροῦν καί ὁλοψύχως πιστεύοντες καί μετανοοῦντες θερμῶς, συλλαμβάνομεν, ὡς εἴρηται, τόν Λόγον τοῦ Θεοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ὡς ἡ Παρθένος, παρθένους δηλαδή καί ἁγνάς ἐπιφερόμενοι τάς ἰδίας ψυχάς· καί καθάπερ ἐκείνην ὑπεράμωμον οὖσαν τό πῦρ οὐ κατάφλεξε τῆς θεότητος, οὕτως οὐδέ ἡμᾶς ἁγνάς καί καθαράς ἐπιφερομένους τάς καρδίας καταφλέγει, ἀλλά δρόσος ἡ ἐξ οὐρανοῦ καί πηγή ὕδατος καί ἀθανάτου ζωῆς ῥεῖθρον ἐν ἡμῖν γίνεται. Ὅτι δέ καί ἡμεῖς τό ἄστεκτον πῦρ τῆς θεότητος ὡσαύτως δεχόμεθα, ἄκουσον τοῦ Κυρίου λέγοντος· “Πῦρ ἦλθον βαλεῖν ἐπί τῆς γῆς”. Ποῖον ἄλλο, εἰ μή τό ὁμοούσιον αὐτοῦ τῆς θεότητος Πνεῦμα, μεθ᾿ οὖ συνεισέρχεται καί συνθεωρεῖται σύν τῷ Πατρί καί αὐτός καί ἔνδον ἡμῶν γίνεται; Ἐπεί δέ ἅπαξ ἐσαρκώθη ὁ Λόγος τοῦ Θεοῦ ἐκ τῆς Παρθένου καί σωματικῶς ἐξ αὐτῆς ἐγεννήθη ἀφράστως καί ὑπέρ λόγον, πάλιν δέ σαρκοῦσθαι ἤ σωματικῶς τίκτεσθαι αὐτόν οὐκ ἐνδέχεται ἐξ ἑνός ἑκάστου ἡμῶν, τί ποιεῖ; Ἐκείνην αὐτοῦ τήν ἄχραντον σάρκα, ἥν προσελάβετο ἐξ ἁγνῶν λαγόνων τῆς παναχράντου Μαρίας καί θεοτόκου, μεθ᾿ ἧς καί ἐτέχθη σωματικῶς, ἐξ αὐτῆς μεταδίδωσιν ἡμῖν εἰς βρῶσιν· καί τρώγοντες αὐτήν, ὅλον τόν σαρκωθέντα Θεόν καί Κύριον ἡμῶν Ἰησοῦν τόν Χριστόν, τόν Υἱόν αὐτόν τοῦ Θεοῦ καί Υἱόν τῆς παρθένου καί παναμώμου Μαρίας, τόν ἐν δεξιᾷ καθήμενον τοῦ Θεοῦ καί Πατρός, ἕκαστος ἡμῶν τῶν πιστῶν τῶν ἀξίως ταύτην ἐσθιόντων τήν σάρκα αὐτοῦ, ἐν ἡμῖν ἔχομεν, κατά τό ὑπ᾿ αὐτοῦ εἰρημένον· “Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει κἀγώ ἐν αὐτῷ”, μηδέποτε ἐξ ἡμῶν προερχόμενον ἤ σωματικῶς γεννώμενον καί χωριζόμενον ἀφ᾿ ἡμῶν. Οὐκέτι γάρ κατά σάρκα γινώσκεται ὤν ἐν ἡμῖν ὥσπερ βρέφος, ἀλλά ἀσωμάτως ἐστίν ἐν σώματι, συνανακιρνάμενος ἡμῶν ταῖς οὐσίαις καί φύσεσιν ἀρρήτως καί θεοποιῶν ἡμᾶς ὡς συσσώμους αὐτοῦ καί σάρκα ὄντας ἐκ τῆς σαρκός αὐτοῦ καί ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ. Τοῦτο τό μεῖζον ἐν ἡμῖν τῆς ἀφράστου οἰκονομίας αὐτοῦ καί ὑπέρ λόγον συγκαταβάσεως, τοῦτο τό φρίκης ἁπάσης γέμον μυστήριον, ὅ καί ἀνένευον γράψαι καί πρός τήν ἐγχείρησιν ἔτρεμον.
. Ἀλλ᾿ ἐπεί βούλεται ἀεί ὁ Θεός τήν πρός ἡμᾶς ἀγάπην αὐτοῦ ἐκκαλύπτεσθαι καί φανεροῦσθαι ἡμῖν, ἵνα καί ἡμεῖς ποτε τήν πολλήν αὐτοῦ ἀγαθότητα ἐννοήσαντες καί αἰδεσθέντες ἀγαπῆσαι προθυμηθῶμεν αὐτόν, ὑπό τοῦ ἄνωθεν κινοῦντος καί φωτίζοντος τάς καρδίας ἡμῶν κινηθείς Πνεύματος διά γραφῆς ὑμῖν δῆλα ταῦτα πεποίηκα τά μυστήρια, οὐχ ἵνα τῆς τόν Κύριον τεκούσης κατά τόν τρόπον τῆς ἀπορρήτου γεννήσεως αὐτῆς ἴσον τινά τῶν ἀνθρώπων ἀποδείξω – μή γένοιτο! – οὐδέ γάρ ἐνδέχεται τοῦτο. Ἄλλη γάρ ἡ ἔνσαρκος τοῦ Θεοῦ Λόγου ἄφραστος γέννησις ἐξ αὐτῆς, καί ἄλλη ἡ πνευματικῶς παρ᾿ ἡμῶν γινομένη· ἐκείνη μέν γάρ, σαρκωθέντα τόν Υἰόν καί Λόγον τοῦ Θεοῦ τέξασα, τό μυστήριον τῆς ἀναπλάσεως τοῦ γένους ἡμῶν καί τήν σωτηρίαν τοῦ κόσμου παντός ἐπί τῆς γῆς τέτοκεν, ἥτις ἐστίν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός καί Θεός, ὁ τά διεστῶτα ἑνώσας πρός ἑαυτόν καί τήν ἁμαρτίαν τοῦ κόσμου ἀράμενος· αὕτη δέ, ἐν θείῳ Πνεύματι τόν Λόγον τῆς γνώσεως τοῦ Θεοῦ τίκτουσα, ἀεί ἐν ταῖς καρδίαις ἡμῶν τό μυστήριον τῆς ἀνακαινίσεως τῶν ἀνθρωπίνων ψυχῶν καί τήν κοινωνίαν μετά τοῦ Θεοῦ Λόγου καί ἕνωσιν ἀπεργάζεται, ἥν καί τό θεῖον οὕτω λέγον ὑπαινίττεται λόγιον· “Δι᾿ οὗ ἐν γαστρί ἐλάβομεν καί ὠδινήσαμεν καί ἐτέκομεν πνεῦμα σωτηρίας, ὅ ἐκυήσαμεν ἐπί τῆς γῆς” – ἀλλ᾿ ἵνα φανερωθῇ ἡ ὑπεράπειρος αὐτοῦ πρός ἡμᾶς καί γνησία ἀγάπη καί ὅτι, εἰ βουλοίμεθα, καί πάντες ἡμεῖς κατά τό θεῖον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λόγιον μήτηρ κατά τόν εἰρημένον τρόπον καί ἀδελφοί αὐτοῦ χρηματίσωμεν καί ἴσοι πάντως τῶν αὐτοῦ μαθητῶν καί ἀποστόλων γενώμεθα, οὐχί κατά τήν ἀξίαν ἐκείνων οὐδέ κατά τάς περιόδους καί τούς κόπους οὕσπερ ὑπέστησαν, ἀλλά κατά τήν χάριν τοῦ Θεοῦ καί τήν δωρεάν, ἥν πλουσίως ἐξέχεεν ἐπί πάντας τούς πιστεύειν καί ἀκολουθεῖν αὐτῷ ἀνεπιστρόφως ἐθέλοντας, καθώς αὐτός τοῦτο βουλόμενος ἀριδήλως βοᾷ· “Μήτηρ μου, φησί, καί ἀδελφοί μού εἰσιν οἱ ἀκούοντες τόν λόγον τοῦ Θεοῦ καί ποιοῦντες αὐτόν”.
. Εἶδες πῶς πάντας τούς ἀκούοντας τόν λόγον αὐτοῦ καί ποιοῦντας αὐτόν εἰς τήν τῆς μητρός αὐτοῦ ἀξίαν ἀνήγαγε καί ἀδελφούς αὐτοῦ λέγει καί συγγενεῖς τούτους πάντας ἀποκαλεῖ; Πλήν ὲκείνη μέν κυρίως μήτηρ αὐτοῦ καθέστηκεν ὡς σωματικῶς, καθάπερ ἔφθην εἰπών, ἀφράστως τοῦτον καί ἀπειράνδρως ἀποτεκοῦσα, οἱ δέ γε ἅγιοι πάντες κατά τήν χάριν καί τήν δωρεάν συλλαμβάνοντες αὐτόν ἔχουσιν· καί ἐκ μέν τῆς παναμώμου μητρός αὐτοῦ τήν σάρκα αὐτοῦ τήν παναμώμητον ἐδανείσατο, ἀντ᾿αὐτῆς δέ τήν θεότητα αὐτῇ ἐδωρήσατο – ὤ ξένου καί καινοῦ συναλλάγματος! – ἀπό δέ τῶν ἁγίων σάρκα μέν οὐ λαμβάνει, μεταδίδωσι δέ αὐτοῖς τήν τεθεωμένην σάρκα αὐτοῦ. Καί ὅρα μοι τό βάθος τοῦ μυστηρίου. Ἡ μέν οὖν χάρις τοῦ Πνεύματος, ἤγουν τό πῦρ τῆς θεότητος, τοῦ Σωτῆρος ἡμῶν ἐστι καί Θεοῦ ἐκ τῆς φύσεως καί τῆς οὐσίας αὐτοῦ, τό δέ σῶμα αὐτοῦ οὐκ ἔστιν ἐκεῖθεν, ἀλλ᾿ ἐκ τῆς πανάγνου καί ἁγίας σαρκός τῆς Θεοτόκου καί ἐκ τῶν παναχράντων αἱμάτων αὐτῆς, ἐξ ἧς ταύτην ἀναλαβών ἰδιοποιήσατο, κατά τό ὅσιον λόγιον· “Καί ὁ Λόγος σάρξ ἐγένετο”. Ταύτῃ τοι καί μεταδίδωσι τοῖς ἁγίοις ὁ τοῦ Θεοῦ καί τῆς ἀχράντου Παρθένου υἱός ἐκ μέν τῆς φύσεως καί τῆς οὐσίας τοῦ συναϊδίου Πατρός αὐτοῦ τήν χάριν, ὡς εἴρηται, τοῦ Πνεύματος, ἤτοι τήν θεότητα, καθώς διά τοῦ προφήτου φησί· “Καί ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπό τοῦ Πνεύματός μου ἐπί πᾶσαν σάρκα” δηλαδή τήν πιστεύσασαν, ἐκ δέ τῆς φύσεως καί οὐσίας τῆς κυρίως καί ἀληθῶς ἀποτεκούσης αὐτόν, τήν σάρκα ἥν ἀνέλαβεν ἐξ αὐτῆς.
. Καί ὥσπερ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὕτω καί ἐκ τῆς ἀμωμήτου σαρκός τῆς παναγίας Μητρός αὐτοῦ ἥν ἀνέλαβε μεταλαμβάνομεν ἅπαντες· καί καθάπερ υἱός αὐτῆς καί Θεός ὁ Χριστός καί Θεός ἡμῶν γέγονεν, ἀδελφός δέ ἡμῶν ἐχρημάτισεν, οὕτω καί ἡμεῖς – ὤ τῆς ἀφράστου φιλανθρωπίας! – υἱοί τῆς Θεοτόκου μητρός αὐτοῦ καί ἀδελφοί αὐτοῦ τοῦ Χριστοῦ γινόμεθα, ὡς διά τοῦ μετ᾿ αὐτῆς καί ἐν αὐτῇ γεγονότος ὑπεραμώμου καί ὑπεραγνώστου γάμου γεννηθέντος τοῦ Υἱοῦ τοῦ Θεοῦ < ἐξ > αὐτῆς, καί ἐξ αὐτοῦ πάλιν πάντες οἱ ἅγιοι. Ὥσπερ γάρ ἐκ τῆς συνουσίας καί σπορᾶς τοῦ Ἀδάμ ἡ Εὔα πρώτη ἔτεκεν καί ἐξ ἐκείνης καί δι᾿ ἐκείνης πάντες ἐγεννήθησαν ἄνθρωποι, οὕτω καί ἡ Θεοτόκος τόν τοῦ Θεοῦ Πατρός Λόγον ἀντί σπορᾶς δεξαμένη συνέλαβε καί ἕτεκε μόνον αὐτόν τόν Μονογενῆ ἐκ τοῦ Πατρός πρό αἰώνων καί μονογενῆ ἐπ᾿ ἐσχάτων ἐξ αὐτῆς σαρκωθέντα· καί παυσαμένη τοῦ συλλαμβάνειν καί τίκτειν αὕτη, ὁ Υἱός αὐτῆς καί ἐγέννησε καί γεννᾷ καθ᾿ ἑκάστην τούς πιστεύοντας εἰς αὐτόν καί φυλάσσοντας τάς ἁγίας αὐτοῦ ἐντολάς. Ἔπρεπε καί γάρ, ἐπεί ἡ ἐν φθορᾷ γέννησις ἡμῶν διά τῆς γυναικός Εὔας ἐγένετο, τήν πνευματικήν γέννησιν ἡμῶν καί ἀνάπλασιν διά τοῦ ἀνδρός, ἤτοι τοῦ δευτέρου Ἀδάμ καί Θεοῦ, γίνεσθαι. Καί ὅρα μοι ἐντεῦθεν τήν τοῦ λόγου ἀκρίβειαν· ἀνδρός θνητοῦ καί φθαρτοῦ ἡ σπορά φθαρτούς υἱούς καί θνητούς διά γυναικός ἀπεγέννησε καί γεννᾷ· ἀθανάτου καί ἀφθάρτου Θεοῦ ἀθάνατος καί ἄφθαρτος Λόγος ἀθάνατα καί ἄφθαρτα τέκνα ἀπεγέννησε καί ἀεί γεννᾷ, ἐκ τῆς Παρθένου πρῶτον αὐτός τεχθείς δηλονότι ἐν Ἁγίῳ Πνεύματι.
. Κατά τοῦτο οὖν δέσποινα καί βασιλίς καί κυρία καί μήτηρ πάντων τῶν ἁγίων ἡ τοῦ Θεοῦ Μήτηρ ἐστί, οἱ δέ ἅγιοι πάντες δοῦλοι μέν αὐτῆς εἰσι, καθό Μήτηρ ἐστί τοῦ Θεοῦ, (92) υἱοί δέ αὐτῆς, καθό μεταλαμβάνουσιν ἐκ τῆς παναχράντου σαρκός τοῦ Υἱοῦ αὐτῆς. Πιστός ὁ λόγος· ἡ γάρ σάρξ τοῦ Κυρίου, τῆς Θεοτόκου ἐστί σάρξ· καί ἐξ αὐτῆς τῆς θεωθείσης τοῦ Κυρίου σαρκός μεταλαμβάνοντες, ζωήν αἰώνιον μεταλαμβάνειν ὁμολογοῦμέν τε καί πιστεύομεν, εἰ μή τι ἀναξίως καί εἰς κατάκριμα ἑαυτῶν ταύτην μᾶλλον ἐσθίομεν. Συγγενεῖς δέ αὐτῆς τρισσῶς οἰ ἅγιοί εἰσι· καθ᾿ ἕνα μέν τρόπον ὅτι ἐκ τοῦ αὐτοῦ πηλοῦ καί τῆς αὐτῆς πνοῆς εἴτ᾿ οὖν ψυχῆς συγγένειαν ἔχουσι· κατά δεύτερον δέ, ὅτι ἐκ τῆς προσληφθείσης σαρκός αὐτῆς κοινωνίαν καί μετουσίαν ἔχουσι μετ᾿ αὐτῆς· καθ᾿ ἕτερον δέ, ὅτι διά τήν κατά Πνεῦμα ἐγγινομένην ἁγιωσύνην αὐτοῖς δι᾿ αὐτῆς ἐν ἑαυτῷ ἕκαστος συλλαμβάνων ὁμοίως ἔχει τόν τῶν ἁπάντων Θεόν, καθάπερ κἀκείνη τοῦτον ἔσχεν ἐν ἑαυτῇ· εἰ γάρ καί σωματικῶς αὐτός ἀπεγέννησεν, ἀλλ᾿ ὅλον αὐτόν καί πνευματικῶς ἐν ἑαυτῇ πάντοτε εἶχε καί νῦν ἀεί καί ὡσαύτως ἔχει ἀχώριστον.
. Τοῦτο τοίνυν τό τῶν γάμων μυστήριον, ὅ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐποιήσατο ὁ Πατήρ, ὁ συναΐδιος καί ὁμότιμος· καί ἐκάλεσε πολλούς καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν.
ΠΗΓΗ: apostoliki-diakonia.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου