Ποίημα Ἀρχιμανδρίτου Ἀγαθαγγέλου Νικολαΐδη
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ὁσίων ἀσκητῶν τὸ ἐγκαλλώπισμα, Ἀρχιερέων δὲ ἁγίων ἰσοστάσιον, ἀνυμνοῦμέν σε πανόλβιε Ἰωάννη· τῶν Ἁγίων γὰρ ἁπάντων ὥσπερ μέλισσα, ἐτρυγήσω ἀρετὰς καὶ κατεσκεύασας, μέλι πάντιμον· Χαίροις Ἁγίων ἀκροθίνιον.
Ἄνοιξόν μοι τὸ στόμα, ἐπαξίως ὑμνῆσαι, Ἰωάννη τῶν καμάτων σου γέρα (γ΄)· ἀγγελικῶς γὰρ βιώσας ἐν γῇ, πῶς ἐξισχύσω ἐξειπεῖν ἅπαντα; Θάμβει πολλῷ δὲ συνεχόμενος, κραυγάζω σοι τοιαῦτα·
Χαῖρε, χαρὰ τῆς ἐμῆς καρδίας·
χαῖρε, τρυφὴ τῶν παρόντων στίχων.
Χαῖρε, τῆς Ῥωσσίας βλαστὸς εὐθαλέστατος·
χαῖρε, Ἐκκλησίας καρπὸς εὐωδέστατος.
Χαῖρε, τεῖχος τὸ ἀκράδαντον, ταῖς δαιμόνων προσβολαῖς·
χαῖρε, ἔλαφος ὠκύδρομος, ὄφεις κτείνουσα ποσί.
Χαῖρε, ὅτι Ἀγγέλων τὰς χορείας ζηλώσας·
χαῖρε, ὅτι δαιμόνων τὰς παγίδας διέδρας.
Χαῖρε, Μαρτύρων γέρα δραξάμενος·
χαῖρε, Θεοῦ τὴν χάριν δεξάμενος.
Χαῖρε, νοσούντων ταχὺς ἀντιλήπτωρ·
χαῖρε, ἀλγούντων ἀκέστωρ τυγχάνων.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου